호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πάτροκλος δὲ πρῶτος ἀκόντισε δουρὶ φαεινῷ ἀντικρὺ κατὰ μέσσον, ὅθι πλεῖστοι κλονέοντο, νηῒ πάρα πρυμνῇ μεγαθύμου Πρωτεσιλάου, καὶ βάλε Πυραίχμην, ὃς Παίονας ἱπποκορυστὰς ἤγαγεν ἐξ Ἀμυδῶνος ἀπ Ἀξιοῦ εὐρὺ ῥέοντος:? τὸν βάλε δεξιὸν ὦμον: ὃ δ ὕπτιος ἐν κονίῃσι κάππεσεν οἰμώξας, ἕταροι δέ μιν ἀμφεφόβηθεν Παίονες: ἐν γὰρ Πάτροκλος φόβον ἧκεν ἅπασιν ἡγεμόνα κτείνας, ὃς ἀριστεύεσκε μάχεσθαι. ἐκ νηῶν δ ἔλασεν, κατὰ δ ἔσβεσεν αἰθόμενον πῦρ. ἡμιδαὴς δ ἄρα νηῦς λίπετ αὐτόθι: τοὶ δὲ φόβηθεν Τρῶες θεσπεσίῳ ὁμάδῳ: Δαναοὶ δ ἐπέχυντο νῆας ἀνὰ γλαφυράς: ὅμαδος δ ἀλίαστος ἐτύχθη. ὡς δ ὅτ ἀφ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο κινήσῃ πυκινὴν νεφέλην στεροπηγερέτα Ζεύς, ἔκ τ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι καὶ νάπαι, οὐρανόθεν δ ἄρ ὑπερράγη ἄσπετος αἰθήρ, ὣς Δαναοὶ νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ τυτθὸν ἀνέπνευσαν, πολέμου δ οὐ γίγνετ ἐρωή: οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπ Ἀχαιῶν προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν, ἀλλ ἔτ ἄρ ἀνθίσταντο, νεῶν δ ὑπόεικον ἀνάγκῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기