호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἳ δ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες ἔστιχον, ὄφρ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν.? αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες αἰεὶ κερτομέοντες ὁδῷ ἔπι οἰκί ἔχοντας νηπίαχοι: ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι. τοὺς δ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης κινήσῃ ἀέκων, οἳ δ ἄλκιμον ἦτορ ἔχοντες πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι. τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες ἐκ νηῶν ἐχέοντο: βοὴ δ ἄσβεστος ὀρώρει. Πάτροκλος δ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας: Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγ ἄριστος Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες, γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ἣν ἄτην, ὅ τ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기