호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μυρμιδόνας δ ἄρ ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν:? οἳ δὲ λύκοι ὣς ὠμοφάγοι, τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή, οἵ τ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες δάπτουσιν: πᾶσιν δὲ παρήϊον αἵματι φοινόν: καί τ ἀγεληδὸν ἰάσιν ἀπὸ κρήνης μελανύδρου λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ ἄκρον ἐρευγόμενοι φόνον αἵματος: ἐν δέ τε θυμὸς στήθεσιν ἄτρομός ἐστι, περιστένεται δέ τε γαστήρ: τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες ἀμφ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο ῥώοντ: ἐν δ ἄρα τοῖσιν ἀρήϊος ἵστατ Ἀχιλλεύς, ὀτρύνων ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기