- 텍스트

Homer, Iliad, Book 16 3:

(호메로스, 일리아스, Book 16 3:)

τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ:? ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατ Ἀχαιῶν μὴ νεμέσα: τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, οὔτασται δ Ὀδυσεὺς δουρικλυτὸς ἠδ Ἀγαμέμνων, βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ. τοὺς μέν τ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται ἕλκε ἀκειόμενοι: σὺ δ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ. μὴ ἐμέ γ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις αἰναρέτη: τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς· νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς, οὐδὲ Θέτις μήτηρ: γλαυκὴ δέ σε τίκτε θάλασσα πέτραι τ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής. εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, ἀλλ ἐμέ περ πρόες ὦχ, ἃμα δ ἄλλον λαὸν ὄπασσον Μυρμιδόνων, ἤν πού τι φόως Δαναοῖσι γένωμαι. δὸς δέ μοι ὤμοιιν τὰ σὰ τεύχεα θωρηχθῆναι, αἴ κ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δ Ἀρήϊοι υἱε῀ς Ἀχαιῶν τειρόμενοι: ὀλίγη δέ τ ἀνάπνευσις πολέμοιο. ῥεῖα δέ κ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION