- 텍스트

Homer, Iliad, Book 15 62:

(호메로스, 일리아스, Book 15 62:)

Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι νηυσὶν ἐπεσσεύοντο, Διὸς δ ἐτέλειον ἐφετμάς, ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δ ὀρόθυνεν.? Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ ἐμβάλοι ἀκάματον, Θέτιδος δ ἐξαίσιον ἀρὴν πᾶσαν ἐπικρήνειε: τὸ γὰρ μένε μητίετα Ζεὺς νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι. ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν. τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν. μαίνετο δ ὡς ὅτ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης: ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε λαμπέσθην βλοσυρῇσιν ὑπ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο Ἕκτορος: αὐτὸς γάρ οἱ ἀπ αἰθέρος ἠε῀ν ἀμύντωρ Ζεύς, ὅς μιν πλεόνεσσι μετ ἀνδράσι μοῦνον ἐόντα τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν ἔσσεσθ: ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν. καί ῥ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων, ᾗ δὴ πλεῖστον ὅμιλον ὁρ´α καὶ τεύχε ἄριστα: ἀλλ οὐδ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων: ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα, ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν: ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο. αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορ ὁμίλῳ, ἐν δ ἔπες ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές: ἣ δέ τε πᾶσα ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται δειδιότες: τυτθὸν γὰρ ὑπ ἐκ θανάτοιο φέρονται: ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν. αὐτὰρ ὅ γ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών, αἵ ῥά τ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν: ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν αἰὲν ὁμοστιχάει, ὃ δέ τ ἐν μέσσῃσιν ὀρούσας βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν: ὣς τότ Ἀχαιοὶ θεσπεσίως ἐφόβηθεν ὑφ Ἕκτορι καὶ Διὶ πατρὶ πάντες, ὃ δ οἰο῀ν ἔπεφνε Μυκηναῖον Περιφήτην, Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ. τοῦ γένετ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι, καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο: ὅς ῥα τόθ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε. στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο, τὴν αὐτὸς φορέεσκε ποδηνεκέ ἑρ´κος ἀκόντων: τῇ ὅ γ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος. Ἕκτωρ δ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη, στήθεϊ δ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων κτεῖν: οἳ δ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου χραισμεῖν: αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION