- 텍스트

Homer, Iliad, Book 15 60:

(호메로스, 일리아스, Book 15 60:)

ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δ ὀρόθυνεν:? ἐκ δ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ ἀμφὶ ἓ παπτήνας: ὑπὸ δὲ Τρῶες κεκάδοντο ἀνδρὸς ἀκοντίσσαντος: ὃ δ οὐχ ἅλιον βέλος ἧκεν, ἀλλ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν. δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν. Ἀντίλοχος δ ἐπόρουσε κύων ὥς, ὅς τ ἐπὶ νεβρῷ βλημένῳ ἀΐξῃ, τόν τ ἐξ εὐνῆφι θορόντα θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα: ὣς ἐπὶ σοὶ Μελάνιππε θόρ Ἀντίλοχος μενεχάρμης τεύχεα συλήσων: ἀλλ οὐ λάθεν Ἕκτορα δῖον, ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα. Ἀντίλοχος δ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής, ἀλλ ὅ γ ἄρ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς, ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν: ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο: στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION