- 텍스트

Homer, Iliad, Book 15 45:

(호메로스, 일리아스, Book 15 45:)

τὸν μὲν ἄρ ὣς εἰπόντα πόδες φέρον:? Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε, ἀλλ υἱᾶ Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα. αὐτὰρ Ἀχαιοὶ Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδ ἐδύναντο παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν: οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν. ἀλλ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε: ἄλλοι δ ἀμφ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν, Ἕκτωρ δ ἄντ Αἰάντος ἐείσατο κυδαλίμοιο. τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο οὔθ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα οὔθ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥ ἐπέλασσέ γε δαίμων. ἔνθ υἱᾶ Κλυτίοιο Καλήτορα φαίδιμος Αἰάς πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί. δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός. Ἕκτωρ δ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης, Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION