- 텍스트

Homer, Iliad, Book 15 38:

(호메로스, 일리아스, Book 15 38:)

ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους κεκλόμενος Τρώεσσι κατὰ στίχας:? οἳ δὲ σὺν αὐτῷ πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους ἠχῇ θεσπεσίῃ: προπάροιθε δὲ Φοῖβος Ἀπόλλων ῥεῖ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον μακρὴν ἠδ εὐρεῖαν, ὅσον τ ἐπὶ δουρὸς ἐρωὴ γίγνεται, ὁππότ ἀνὴρ σθένεος πειρώμενος ᾗσι. τῇ ῥ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δ Ἀπόλλων αἰγίδ ἔχων ἐρίτιμον: ἔρειπε δὲ τεῖχος Ἀχαιῶν ῥεῖα μάλ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης, ὅς τ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων. ὥς ῥα σὺ ἠΐε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION

To Top