- 텍스트

Homer, Iliad, Book 15 34:

(호메로스, 일리아스, Book 15 34:)

Ἀργεῖοι δ ὑπέμειναν ἀολλέες, ὦρτο δ ἀϋτὴ ὀξεῖ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δ ὀϊστοὶ θρῷσκον:? πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν ἄλλα μὲν ἐν χροῒ πήγνυτ ἀρηϊθόων αἰζηῶν, πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ ἀτρέμα Φοῖβος Ἀπόλλων, τόφρα μάλ ἀμφοτέρων βέλε ἥπτετο, πῖπτε δὲ λαός. αὐτὰρ ἐπεὶ κατ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων σεῖς, ἐπὶ δ αὐτὸς ἀΰσε μάλα μέγα, τοῖσι δὲ θυμὸν ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς. οἳ δ ὥς τ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγ οἰῶν θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ ἐλθόντ ἐξαπίνης σημάντορος οὐ παρεόντος, ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες: ἐν γὰρ Ἀπόλλων ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION