- 텍스트

Homer, Iliad, Book 15 15:

(호메로스, 일리아스, Book 15 15:)

ἣ μὲν ἄρ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη, ἕζετο δ εἰνὶ θρόνῳ:? τὼ δ ἀΐξαντε πετέσθην. Ἴδην δ ἵκανον πολυπίδακα μητέρα θηρῶν, εὑρ῀ον δ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ ἥμενον: ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο. τὼ δὲ πάροιθ ἐλθόντε Διὸς νεφεληγερέταο στήτην: οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ, ὅττί οἱ ὦκ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην. Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα: βάσκ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι πάντα τάδ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι. παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν. εἰ δέ μοι οὐκ ἐπέεσς ἐπιπείσεται, ἀλλ ἀλογήσει, φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν μή μ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι καὶ γενεῇ πρότερος: τοῦ δ οὐκ ὄθεται φίλον ἦτορ ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION