호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε, καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα:? εἰ μὲν δὴ σύ γ ἔπειτα βοῶπις πότνια Ἥρη ἶσον ἐμοὶ φρονέουσα μετ ἀθανάτοισι καθίζοις, τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ, αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ. ἀλλ εἰ δή ῥ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις, ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον Ἶρίν τ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον, ὄφρ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθ ἱκέσθαι, Ἕκτορα δ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων, αὖτις δ ἐμπνεύσῃσι μένος, λελάθῃ δ ὀδυνάων αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας, φεύγοντες δ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι Πηλεΐδεω Ἀχιλῆος: ὃ δ ἀνστήσει ὃν ἑταῖρον Πάτροκλον: τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ Ἰλίου προπάροιθε πολέας ὀλέσαντ αἰζηοὺς τοὺς ἄλλους, μετὰ δ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον. τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς. ἐκ τοῦ δ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κ Ἀχαιοὶ Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς. τὸ πρὶν δ οὔτ ἄρ ἐγὼ παύω χόλον οὔτέ τιν ἄλλον ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ ἐάσω πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ, ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δ ἐπένευσα κάρητι, ἤματι τῷ ὅτ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων, λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기