호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν, οἳ μὲν δὴ παρ ὄχεσφιν ἐρητύοντο μένοντες χλωροὶ ὑπαὶ δείους πεφοβημένοι:? ἔγρετο δὲ Ζεὺς Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης, στῆ δ ἄρ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα: Ἕκτορα δ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δ ἑταῖροι εἱάθ, ὃ δ ἀργαλέῳ ἔχετ ἄσθματι κῆρ ἀπινύσσων αἷμ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ Ἀχαιῶν. τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε, δεινὰ δ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἐείπεν: ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς. οὐ μὰν οἶδ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω. ἦ οὐ μέμνῃ ὅτε τ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἰήλα χρύσεον ἄρρηκτον· σὺ δ ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω: ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον, λῦσαι δ οὐκ ἐδύναντο παρασταδόν: ὃν δὲ λάβοιμι ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρ ἂν ἵκηται γῆν ὀλιγηπελέων: ἐμὲ δ οὐδ ὧς θυμὸν ἀνίει ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο, τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας πέμψας ἐπ ἀτρύγετον πόντον κακὰ μητιόωσα, καί μιν ἔπειτα Κόων δ εὖ ναιομένην ἀπένεικας. τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα. τῶν ς αὖτις μνήσω ἵν ἀπολλήξῃς ἀπατάων, ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή, ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μ ἀπάτησας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기