호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αἰάντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδ ἀφάμαρτε, τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην, ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου:? τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δ Ἕκτωρ, ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός, ἂψ δ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ ἀλεείνων. τὸν μὲν ἔπειτ ἀπιόντα μέγας Τελαμώνιος Αἰάς χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς, στρόμβον δ ὣς ἔσσευε βαλών, περὶ δ ἔδραμε πάντῃ. ὡς δ ὅθ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ ἐξ αὐτῆς, τὸν δ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός, ὣς ἔπες Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι: χειρὸς δ ἔκβαλεν ἔγχος, ἐπ αὐτῷ δ ἀσπὶς ἑάφθη καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἱε῀ς Ἀχαιῶν ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς αἰχμάς: ἀλλ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν οὐτάσαι οὐδὲ βαλεῖν: πρὶν γὰρ περίβησαν ἄριστοι Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ Σαρπηδών τ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων. τῶν δ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δ ἄρ ἑταῖροι χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρ ἵκεθ ἵππους ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο ἕστασαν ἡνίοχόν τε καὶ ἁρ´ματα ποικίλ ἔχοντες: οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기