호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν δ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:? Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι, νῶϊ δ ἄγ ἐν φιλότητι τραπείομεν εὐνηθέντε. οὐ γάρ πώ ποτέ μ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, οὐδ ὁπότ ἠρασάμην Ἰξιονίης ἀλόχοιο, ἣ τέκε Πειρίθοον θεόφιν μήστωρ ἀτάλαντον: οὐδ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν: οὐδ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν: οὐδ ὅτε περ Σεμέλης οὐδ Ἀλκμήνης ἐνὶ Θήβῃ, ἥ ῥ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα: ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν: οὐδ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης, οὐδ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς, ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기