- 텍스트

Homer, Iliad, Book 14 26:

(호메로스, 일리아스, Book 14 26:)

τὴν δ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος:? Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται: Ζηνὸς δ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην οὐδὲ κατευνήσαιμ, ὅτε μὴ αὐτός γε κελεύοι. ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας. ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο νήδυμος ἀμφιχυθείς: σὺ δέ οἱ κακὰ μήσαο θυμῷ ὄρσας ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας, καί μιν ἔπειτα Κόων δ εὖ ναιομένην ἀπένεικας νόσφι φίλων πάντων. ὃ δ ἐπεγρόμενος χαλέπαινε ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δ ἔξοχα πάντων ζήτει: καί κέ μ ἀΐστον ἀπ αἰθέρος ἔμβαλε πόντῳ, εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν: τὴν ἱκόμην φεύγων, ὃ δ ἐπαύσατο χωόμενός περ. ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἑρ´δοι. νῦν αὖ τοῦτό μ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION