- 텍스트

Homer, Iliad, Book 14 17:

(호메로스, 일리아스, Book 14 17:)

Ἥρη δ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι στᾶς ἐξ Οὐλύμποιο ἀπὸ ῥίου:? αὐτίκα δ ἔγνω τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ: Ζῆνα δ ἐπ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ. μερμήριξε δ ἔπειτα βοῶπις πότνια Ἥρη ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο: ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν, εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι ᾗ χροιῇ, τῷ δ ὕπνον ἀπήμονά τε λιαρόν τε χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι. βῆ δ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε κληῗδι κρυπτῇ, τὴν δ οὐ θεὸς ἄλλος ἀνῷγεν: ἔνθ ἥ γ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς. ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ ἐλαίῳ ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἠε῀ν: τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ ἀϋτμή. τῷ ῥ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο. ἀμφὶ δ ἄρ ἀμβρόσιον ἑανὸν ἕσαθ, ὅν οἱ Ἀθήνη ἔξυς ἀσκήσασα, τίθει δ ἐνὶ δαίδαλα πολλά: χρυσείῃς δ ἐνετῇσι κατὰ στῆθος περονᾶτο. ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ, ἐν δ ἄρα ἑρ´ματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι τρίγληνα μορόεντα: χάρις δ ἀπελάμπετο πολλή. κρηδέμνῳ δ ἐφύπερθε καλύψατο δῖα θεάων καλῷ νηγατέῳ: λευκὸν δ ἦν ἠέλιος ὥς: ποσσὶ δ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα. αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον βῆ ῥ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ Ἀφροδίτην τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἐείπε: ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω, ἠέ῀ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ, οὕνεκ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION