- 텍스트

Homer, Iliad, Book 14 12:

(호메로스, 일리아스, Book 14 12:)

τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης:? ἐγγὺς ἀνήρ: οὐ δηθὰ ματεύσομεν: αἴ κ ἐθέλητε πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ ὑμῖν: πατρὸς δ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει. πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, οἴκεον δ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι Ἄγριος ἠδὲ Μέλας, τρίτατος δ ἦν ἱππότα Οἰνεὺς πατρὸς ἐμοῖο πατήρ: ἀρετῇ δ ἦν ἔξοχος αὐτῶν. ἀλλ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δ ἐμὸς Ἄργεϊ νάσθη πλαγχθείς: ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι. Ἀδρήστοιο δ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς, πολλὰ δέ οἱ πρόβατ ἔσκε: κέκαστο δὲ πάντας Ἀχαιοὺς ἐγχείῃ: τὰ δὲ μέλλετ ἀκουέμεν, εἰ ἐτεόν περ. τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κ ἐῢ εἴπω. δεῦτ ἰόμεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ. ἔνθα δ ἔπειτ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος ἐκ βελέων, μή πού τις ἐφ ἕλκεϊ ἕλκος ἄρηται: ἄλλους δ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ θυμῷ ἦρα φέροντες ἀφεστᾶς οὐδὲ μάχονται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION