- 텍스트

Homer, Iliad, Book 14 6:

(호메로스, 일리아스, Book 14 6:)

τὸν δ ἠμείβετ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:? ἦ δὴ ταῦτά γ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο. τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι: οἳ δ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι νωλεμές: οὐδ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται, ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δ οὐρανὸν ἵκει. ἡμεῖς δὲ φραζώμεθ ὅπως ἔσται τάδε ἔργα εἴ τι νόος ῥέξει: πόλεμον δ οὐκ ἄμμε κελεύω δύμεναι: οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION