- 텍스트

Homer, Iliad, Book 14 3:

(호메로스, 일리아스, Book 14 3:)

ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἱο῀ς ἑοῖο κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο χαλκῷ παμφαῖνον:? ὃ δ ἔχ ἀσπίδα πατρὸς ἑοῖο. εἵλετο δ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, στῆ δ ἐκτὸς κλισίης, τάχα δ εἴσιδεν ἔργον ἀεικὲς τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε Τρῶας ὑπερθύμους: ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν. ὡς δ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα αὔτως, οὐδ ἄρα τε προκυλίνδεται οὐδετέρωσε, πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον, ὣς ὃ γέρων ὁρ´μαινε δαϊζόμενος κατὰ θυμὸν διχθάδι, ἢ μεθ ὅμιλον ἰοί Δαναῶν ταχυπώλων, ἠε῀ μετ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι βῆναι ἐπ Ἀτρεΐδην. οἳ δ ἀλλήλους ἐνάριζον μαρνάμενοι: λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION