호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις αἰετὸς ὑψιπέτης:? ἐπὶ δ ἰάχε λαὸς Ἀχαιῶν θάρσυνος οἰωνῷ: ὃ δ ἀμείβετο φαίδιμος Ἕκτωρ: Αἰᾶν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἐείπες: εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο εἰήν ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη, τιοίμην δ ὡς τίετ Ἀθηναίη καὶ Ἀπόλλων, ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι πᾶσι μάλ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα δάψει: ἀτὰρ Τρώων κορέεις κύνας ἠδ οἰωνοὺς δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기