호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἡρ´ως:? βὰν δ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἠε῀ν ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην Πάλμύν τ Ἀσκάνιόν τε Μόρυν θ υἷ Ἱπποτίωνος, οἵ ῥ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ ἠοῖ τῇ προτέρῃ: τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι. οἳ δ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ, ἥ ῥά θ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ, θεσπεσίῳ δ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης κυρτὰ φαληριόωντα, πρὸ μέν τ ἄλλ, αὐτὰρ ἐπ ἄλλα: ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπ ἄλλοι, χαλκῷ μαρμαίροντες ἅμ ἡγεμόνεσσιν ἕποντο. Ἕκτωρ δ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ Πριαμίδης: πρόσθεν δ ἔχεν ἀσπίδα πάντος ἐΐσην ῥινοῖσιν πυκινήν, πολλὸς δ ἐπελήλατο χαλκός: ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ. πάντῃ δ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων, εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι: ἀλλ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. Αἰάς δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων: δαιμόνιε σχεδὸν ἐλθέ: τί ἢ δειδίσσεαι αὔτως Ἀργείους· οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν, ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί. ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν νῆας: ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν. ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ χερσὶν ὑφ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. σοὶ δ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους, οἵ σε πόλιν δ οἴσουσι κονίοντες πεδίοιο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기