호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πείσανδρος δ ἰθὺς Μενελάου κυδαλίμοιο ἠΐε:? τὸν δ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι. οἳ δ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ ἀλλήλοισιν ἰόντες Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετ ἔγχος, Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι: ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δ ἐνὶ καυλῷ ἔγχος: ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην. Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον ἆλτ ἐπὶ Πεισάνδρῳ: ὃ δ ὑπ ἀσπίδος εἵλετο καλὴν ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ μακρῷ ἐϋξέστῳ: ἅμα δ ἀλλήλων ἐφίκοντο. ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον ῥινὸς ὕπερ πυμάτης: λάκε δ ὀστέα, τὼ δέ οἱ ὄσσε πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν, ἰδνώθη δὲ πεσών: ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων τεύχεά τ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα: λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς, ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν ξεινίου, ὅς τέ ποτ ὔμμι διαφθέρσει πόλιν αἰπήν: οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ μὰψ οἴχεσθ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρ αὐτῇ: νῦν αὖτ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δ ἡρ´ωας Ἀχαιούς. ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος. Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων ἀνδρῶν ἠδὲ θεῶν: σέο δ ἐκ τάδε πάντα πέλονται: οἱο῀ν δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο. πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο, τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι ἢ πολέμου: Τρῶες δὲ μάχης ἀκόρητοι ἐάσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기