호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἰδομενεὺς δ οὐ λῆγε μένος μέγα, ἱέτο δ αἰεὶ ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς.? ἔνθ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν ἡρ´ω Ἀλκάθοον, γαμβρὸς δ ἦν Ἀγχίσαο, πρεσβυτάτην δ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ ἐν μεγάρῳ: πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί: τοὔνεκα καί μιν γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ: τὸν τόθ ὑπ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα: οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατ οὔτ ἀλέασθαι, ἀλλ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ ἡρ´ως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον: δὴ τότε γ αὐο῀ν ἀΰσεν ἐρεικόμενος περὶ δουρί. δούπησεν δὲ πεσών, δόρυ δ ἐν κραδίῃ ἐπεπήγει, ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν ἔγχεος: ἔνθα δ ἔπειτ ἀφίει μένος ὄβριμος Ἄρης: Ἰδομενεὺς δ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας Δηΐφοβ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι· ἐπεὶ σύ περ εὔχεαι οὕτω. δαιμόνι ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστας ἐμεῖο, ὄφρα ἴδῃ οἱο῀ς Ζηνὸς γόνος ἐνθάδ ἱκάνω, ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον: Μίνως δ αὖ τέκεθ υἱὸν ἀμύμονα Δευκαλίωνα, Δευκαλίων δ ἐμὲ τίκτε πολέσς ἄνδρεσσιν ἄνακτα Κρήτῃ ἐν εὐρείῃ: νῦν δ ἐνθάδε νῆες ἔνεικαν σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기