호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δηί̈φοβοσ δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆοσ Ἀσίου ἀχνύμενοσ, καὶ ἀκόντισε δουρὶ φαεινῷ. ἀλλ’ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχοσ Ἰδομενεύσ· κρύφθη γὰρ ὑπ’ ἀσπίδι πάντοσ’ ἐί̈σῃ, τὴν ἄρ’ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ δινωτὴν φορέεσκε, δύω κανόνεσσ’ ἀραρυῖαν· τῇ ὕπο πᾶσ ἐάλη, τὸ δ’ ὑπέρπτατο χάλκεον ἔγχοσ, καρφαλέον δέ οἱ ἀσπὶσ ἐπιθρέξαντοσ ἀύ̈σεν ἔγχεοσ· οὐδ’ ἅλιόν ῥα βαρείησ χειρὸσ ἀφῆκεν, ἀλλ’ ἔβαλ’ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ’ ὑπὸ γούνατ’ ἔλυσε. Δηί̈φοβοσ δ’ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀύ̈σασ· οὐ μὰν αὖτ’ ἄτιτοσ κεῖτ’ Ἄσιοσ, ἀλλά ἕ φημι εἰσ Αἴ̈δόσ περ ἰόντα πυλάρταο κρατεροῖο γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기