호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην ἡρ´ως Ἰδομενεύς:? αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου, ἵππους δ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς ἐξέλασε Τρώων μετ ἐϋκνήμιδας Ἀχαιούς. τῷ δ Ἄσιος ἦλθ ἐπαμύντωρ πεζὸς πρόσθ ἵππων: τὼ δὲ πνείοντε κατ ὤμων αἰὲν ἔχ ἡνίοχος θεράπων: ὃ δὲ ἱέτο θυμῷ Ἰδομενῆα βαλεῖν: ὃ δέ μιν φθάμενος βάλε δουρὶ λαιμὸν ὑπ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν. ἤριπε δ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς ἠὲ πίτυς βλωθρή, τήν τ οὔρεσι τέκτονες ἄνδρες ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι: ὣς ὃ πρόσθ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν, οὐδ ὅ γ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας ἂψ ἵππους στρέψαι, τὸν δ Ἀντίλοχος μενεχάρμης δουρὶ μέσον περόνησε τυχών: οὐδ ἤρκεσε θώρηξ χάλκεος ὃν φορέεσκε, μέσῃ δ ἐν γαστέρι πῆξεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기