- 텍스트

Homer, Iliad, Book 13 17:

(호메로스, 일리아스, Book 13 17:)

ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.? Δηΐφοβος δ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει Πριαμίδης, πρόσθεν δ ἔχεν ἀσπίδα πάντος ἐΐσην κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων. Μηριόνης δ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ καὶ βάλεν, οὐδ ἀφάμαρτε, κατ ἀσπίδα πάντος ἐΐσην ταυρείην: τῆς δ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ: Δηΐφοβος δὲ ἀσπίδα ταυρείην σχέθ ἀπὸ ἑό, δεῖσε δὲ θυμῷ ἔγχος Μηριόναο δαΐφρονος: αὐτὰρ ὅ γ ἡρ´ως ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δ αἰνῶς ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε. βῆ δ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION