- 텍스트

Homer, Iliad, Book 13 14:

(호메로스, 일리아스, Book 13 14:)

ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς.? ἀμφὶ δ ἄρ Αἰάντας δοιοὺς ἵσταντο φάλαγγες καρτεραί, ἃς οὔτ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν οὔτε κ Ἀθηναίη λαοσσόος: οἳ γὰρ ἄριστοι κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον, φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ: ἀσπὶς ἄρ ἀσπίδ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ ἀνήρ: ψαῦον δ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν: ἔγχεα δ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν σειόμεν: οἳ δ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION