호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ:? τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς, οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ. τῶν ῥ ἅμα τ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο, καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ. τοὺς οἵ γ εἰσορόωντες ὑπ ὀφρύσι δάκρυα λεῖβον: οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπ ἐκ κακοῦ: ἀλλ ἐνοσίχθων ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας. Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων Πηνέλεών θ ἡρ´ωα Θόαντά τε Δηΐπυρόν τε Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς: τοὺς ὅ γ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα: αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι: ὔμμιν ἔγωγε μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς: εἰ δ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο, νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι. ὢ πόποι ἦ μέγα θαῦμα τόδ ὀφθαλμοῖσιν ὁρῶμαι δεινόν, ὃ οὔ ποτ ἔγωγε τελευτήσεσθαι ἔφασκον, Τρῶας ἐφ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθ ὕλην θώων παρδαλίων τε λύκων τ ἠΐα πέλονται αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδ ἔπι χάρμη: ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδ ἠβαιόν: νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν, οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀν αὐτάς. ἀλλ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν ἡρ´ως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων οὕνεκ ἀπητίμησε ποδώκεα Πηλεΐωνα, ἡμέας γ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο. ἀλλ ἀκεώμεθα θᾶσσον: ἀκεσταί τοι φρένες ἐσθλῶν. ὑμεῖς δ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδ ἂν ἔγωγε ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη λυγρὸς ἐών: ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι. ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον τῇδε μεθημοσύνῃ: ἀλλ ἐν φρεσὶ θέσθε ἕκαστος αἰδῶ καὶ νέμεσιν: δὴ γὰρ μέγα νεῖκος ὄρωρεν. Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기