호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐτίκα δ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος κραιπνὰ ποσὶ προβιβάς:? τρέμε δ οὔρεα μακρὰ καὶ ὕλη ποσσὶν ὑπ ἀθανάτοισι Ποσειδάωνος ἰόντος. τρὶς μὲν ὀρέξατ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί. ἔνθ ἐλθὼν ὑπ ὄχεσφι τιτύσκετο χαλκόποδ ἵππω ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε, χρυσὸν δ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ ἱμάσθλην χρυσείην εὔτυκτον, ἑοῦ δ ἐπεβήσετο δίφρου, βῆ δ ἐλάαν ἐπὶ κύματ: ἄταλλε δὲ κήτε ὑπ αὐτοῦ πάντοθεν ἐκ κευθμῶν, οὐδ ἠγνοίησεν ἄνακτα: γηθοσύνῃ δὲ θάλασσα διίστατο: τοὶ δὲ πέτοντο ῥίμφα μάλ, οὐδ ὑπένερθε διαίνετο χάλκεος ἄξων: τὸν δ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기