호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αἰάς δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς κεῖτο μέγας παρ ἔπαλξιν ὑπέρτατος:? οὐδέ κέ μιν ῥέα χείρεσς ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλ ἡβῶν, οἱοῖ νῦν βροτοί εἰς: ὃ δ ἄρ ὑψόθεν ἔμβαλ ἀείρας, θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δ ὀστέ ἄραξε πάντ ἄμυδις κεφαλῆς: ὃ δ ἄρ ἀρνευτῆρι ἐοικὼς κάππες ἀφ ὑψηλοῦ πύργου, λίπε δ ὀστέα θυμός. Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδ Ἱππολόχοιο ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο, ᾗ ῥ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης. ἂψ δ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτ ἐπέεσσι. Σαρπήδοντι δ ἄχος γένετο Γλαύκου ἀπιόντος αὐτίκ ἐπεί τ ἐνόησεν: ὅμως δ οὐ λήθετο χάρμης, ἀλλ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας νύξ, ἐκ δ ἔσπασεν ἔγχος: ὃ δ ἑσπόμενος πέσε δουρὶ πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ, Σαρπηδὼν δ ἄρ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν ἕλχ, ἣ δ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기