- 텍스트

Homer, Iliad, Book 12 24:

(호메로스, 일리아스, Book 12 24:)

ὣς ἔφατ, οὐδὲ Γλαῦκος ἀπετράπετ οὐδ ἀπίθησε:? τὼ δ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε. τοὺς δὲ ἰδὼν ῥίγης υἱὸς Πετεῶο Μενεσθεύς: τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες. πάπτηνεν δ ἀνὰ πύργον Ἀχαιῶν εἴ τιν ἴδοιτο ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι: ἐς δ ἐνόης Αἰάντε δύω πολέμου ἀκορήτω ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα ἐγγύθεν: ἀλλ οὔ πώς οἱ ἐήν βώσαντι γεγωνεῖν: τόσσος γὰρ κτύπος ἠε῀ν, ἀϋτὴ δ οὐρανὸν ἷκε, βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν καὶ πυλέων: πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατ αὐτὰς ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν. αἶψα δ ἐπ Αἰάντα προΐει κήρυκα Θοώτην: ἔρχεο δῖε Θοῶτα, θέων Αἰάντα κάλεσσον, ἀμφοτέρω μὲν μᾶλλον: ὃ γάρ κ ὄχ ἄριστον ἁπάντων εἰή, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος. ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν, ἀλλά περ οἰο῀ς ἴτω Τελαμώνιος ἄλκιμος Αἰάς, καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION