- 텍스트

Homer, Iliad, Book 12 18:

(호메로스, 일리아스, Book 12 18:)

ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ ἅμ ἕποντο ἠχῇ θεσπεσίῃ:? ἐπὶ δὲ Ζεὺς τερπικέραυνος ὦρσεν ἀπ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν, ἥ ῥ ἰθὺς νηῶν κονίην φέρεν: αὐτὰρ Ἀχαιῶν θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε. τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον. κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις, στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρ Ἀχαιοὶ πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων. τὰς οἵ γ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν ῥήξειν: οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου, ἀλλ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις βάλλον ἀπ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION