- 텍스트

Homer, Iliad, Book 12 15:

(호메로스, 일리아스, Book 12 15:)

ὄφρ οἳ τοὺς ἐνάριζον ἀπ ἔντεα μαρμαίροντα, τόφρ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο, οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας, οἵ ῥ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.? ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν αἰετὸς ὑψιπέτης ἐπ ἀριστερὰ λαὸν ἐέργων φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον ζωὸν ἔτ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης, κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν ἰδνωθεὶς ὀπίσω: ὃ δ ἀπὸ ἕθεν ἧκε χαμᾶζε ἀλγήσας ὀδύνῃσι, μέσῳ δ ἐνὶ κάββαλ ὁμίλῳ, αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. Τρῶες δ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο. δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς: Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἐοίκε δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτ ἐνὶ βουλῇ οὔτέ ποτ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν: νῦν αὖτ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. μὴ ἰόμεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν. ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε Τρωσὶν ὅδ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν αἰετὸς ὑψιπέτης ἐπ ἀριστερὰ λαὸν ἐέργων φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον ζωόν: ἄφαρ δ ἀφέηκε πάρος φίλα οἰκί ἱκέσθαι, οὐδ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν. ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δ Ἀχαιοί, οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ αὐτὰ κέλευθα: πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν. ὧδέ χ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ εἰδείη τεράων καί οἱ πειθοίατο λαοί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION