- 텍스트

Homer, Iliad, Book 12 13:

(호메로스, 일리아스, Book 12 13:)

ἔνθ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου:? οὐδ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ αἰχμὴ χαλκείη ῥῆξ ὀστέον, ἐγκέφαλος δὲ ἔνδον ἅπας πεπάλακτο: δάμασσε δέ μιν μεμαῶτα: αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν. υἱὸν δ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας. αὖτις δ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας δι ὁμίλου πλῆξ αὐτοσχεδίην: ὃ δ ἄρ ὕπτιος οὔδει ἐρείσθη: αὐτὰρ ἔπειτα Μένωνα καὶ Ιἀμενὸν καὶ Ὀρέστην πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION