- 텍스트

Homer, Iliad, Book 12 9:

(호메로스, 일리아스, Book 12 9:)

ἔνθ ἄλλοι Τρῶες τηλεκλειτοί τ ἐπίκουροι βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο:? ἀλλ οὐχ Ὑρτακίδης ἔθελ Ἄσιος ὄρχαμος ἀνδρῶν αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα, ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι νήπιος, οὐδ ἄρ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν: πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο. εἴσατο γὰρ νηῶν ἐπ ἀριστερά, τῇ περ Ἀχαιοὶ ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι: τῇ ῥ ἵππους τε καὶ ἁρ´μα διήλασεν, οὐδὲ πύλῃσιν εὑρ῀ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα, ἀλλ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τιν ἑταίρων ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας. τῇ ῥ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δ ἅμ ἕποντο ὀξέα κεκλήγοντες: ἔφαντο γὰρ οὐκ ἔτ Ἀχαιοὺς σχήσεσθ, ἀλλ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι νήπιοι, ἐν δὲ πύλῃσι δύ ἀνέρας εὑρ῀ον ἀρίστους υἱᾶς ὑπερθύμους Λαπιθάων αἰχμητάων, τὸν μὲν Πειριθόου υἱᾶ κρατερὸν Πολυποίτην, τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ. τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι, αἵ τ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα ῥίζῃσιν μεγάλῃσι διηνεκέεσς ἀραρυῖαι: ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο. οἳ δ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὐάς ὑψός ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ιἀμενὸν καὶ Ὀρέστην Ἀσιάδην τ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε. οἳ δ ἤτοι εἱο῀ς μὲν ἐϋκνήμιδας Ἀχαιοὺς ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν: αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε, ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τ ἐν ὄρεσσιν ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα, δοχμώ τ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται: ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς ἄντην βαλλομένων: μάλα γὰρ κρατερῶς ἐμάχοντο λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION