- 텍스트

Homer, Iliad, Book 12 4:

(호메로스, 일리아스, Book 12 4:)

ὣς ἄρ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων θησέμεναι:? τότε δ ἀμφὶ μάχη ἐνοπή τε δεδήει τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων βαλλόμεν: Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο: αὐτὰρ ὅ γ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ: ὡς δ ὅτ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων: οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς αἰχμὰς ἐκ χειρῶν: τοῦ δ οὔ ποτε κυδάλιμον κῆρ ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα: ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων: ὅππῃ τ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν: ὣς Ἕκτωρ ἀν ὅμιλον ἰὼν ἐλλίσσεθ ἑταίρους τάφρον ἐποτρύνων διαβαινέμεν: οὐδέ οἱ ἵπποι τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπ ἄκρῳ χείλει ἐφεσταότες: ἀπὸ γὰρ δειδίσσετο τάφρος εὐρεῖ, οὔτ ἄρ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι ῥηϊδίη: κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἱε῀ς Ἀχαιῶν πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν. ἔνθ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἁρ´μα τιταίνων ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι. δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς: Ἕκτορ τ ἠδ ἄλλοι Τρώων ἀγοὶ ἠδ ἐπικούρων ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους: ἣ δὲ μάλ ἀργαλέη περάαν: σκόλοπες γὰρ ἐν αὐτῇ ὀξέες ἑστᾶσιν, ποτὶ δ αὐτοὺς τεῖχος Ἀχαιῶν, ἔνθ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι ἱππεῦσι: στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω. εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἱέτ ἀρήγειν, ἦ τ ἂν ἔγωγ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι, νωνύμνους ἀπολέσθαι ἀπ Ἄργεος ἐνθάδ Ἀχαιούς: εἰ δέ χ ὑποστρέψωσι, παλίωξις δὲ γένηται ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ, οὐκέτ ἔπειτ ὀΐω οὐδ ἄγγελον ἀπονέεσθαι ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπ Ἀχαιῶν. ἀλλ ἄγεθ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες: ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ, αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες Ἕκτορι πάντες ἑπώμεθ ἀολλέες: αὐτὰρ Ἀχαιοὶ οὐ μενέους εἰ δή σφιν ὀλέθρου πείρατ ἐφῆπται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION