- 텍스트

Homer, Iliad, Book 12 2:

(호메로스, 일리아스, Book 12 2:)

ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς ἰᾶτ Εὐρύπυλον βεβλημένον:? οἳ δὲ μάχοντο Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν: οὐδ ἄρ ἔμελλε τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον ἤλασαν: οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας: ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν ἐντὸς ἔχον ῥύοιτο: θεῶν δ ἀέκητι τέτυκτο ἀθανάτων: τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἠε῀ν. ὄφρα μὲν Ἕκτωρ ζωὸς ἐήν καὶ μήνι Ἀχιλλεὺς καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν, τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἠε῀ν. αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι, πολλοὶ δ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο, πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ, Ἀργεῖοι δ ἐν νηυσὶ φίλην ἐς πατρίδ ἔβησαν, δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες. ὅσσοι ἀπ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι, Ῥῆσός θ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν: τῶν πάντων ὁμόσε στόματ ἔτραπε Φοῖβος Ἀπόλλων, ἐννῆμαρ δ ἐς τεῖχος ἱεί ῥόον: ὑε῀ δ ἄρα Ζεὺς συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη. αὐτὸς δ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν ἡγεῖτ, ἐκ δ ἄρα πάντα θεμείλια κύμασι πέμπε φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί, λεῖα δ ἐποίησεν παρ ἀγάρροον Ἑλλήσποντον, αὖτις δ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε τεῖχος ἀμαλδύνας: ποταμοὺς δ ἔτρεψε νέεσθαι κὰρ ῥόον, ᾗ περ πρόσθεν ἱέν καλλίρροον ὕδωρ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION