- 텍스트

Homer, Iliad, Book 11 66:

(호메로스, 일리아스, Book 11 66:)

αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος, ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ ἅμ ἕπεσθαι:? σφὼ δὲ μάλ ἠθέλετον, τὼ δ ἄμφω πόλλ ἐπέτελλον. Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ Ἀχιλῆϊ αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων: σοὶ δ αὖθ ὧδ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός: τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς, πρεσβύτερος δὲ σύ ἐσσι: βίῃ δ ὅ γε πολλὸν ἀμείνων. ἀλλ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδ ὑποθέσθαι καί οἱ σημαίνειν: ὃ δὲ πείσεται εἰς ἀγαθόν περ. ὣς ἐπέτελλ ὃ γέρων, σὺ δὲ λήθεαι: ἀλλ ἔτι καὶ νῦν ταῦτ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται. τίς δ οἶδ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις παρειπών· ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου. εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, ἀλλὰ σέ περ προέτω, ἅμα δ ἄλλος λαὸς ἑπέσθω Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι: καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι, αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δ ἀρήϊοι υἱε῀ς Ἀχαιῶν τειρόμενοι: ὀλίγη δέ τ ἀνάπνευσις πολέμοιο. ῥεῖα δέ κ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION