호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος, πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους, Μούλιον αἰχμητήν:? γαμβρὸς δ ἦν Αὐγείαο, πρεσβυτάτην δὲ θύγατρ εἶχε ξανθὴν Ἀγαμήδην, ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών. τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί, ἤριπε δ ἐν κονίῃσιν: ἐγὼ δ ἐς δίφρον ὀρούσας στῆν ῥα μετὰ προμάχοισιν: ἀτὰρ μεγάθυμοι Ἐπειοὶ ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα ἡγεμόν ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι. αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος, πεντήκοντα δ ἕλον δίφρους, δύο δ ἀμφὶς ἕκαστον φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες. καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδ ἀλάπαξα, εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ. ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε: τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο κτείνοντές τ αὐτοὺς ἀνά τ ἔντεα καλὰ λέγοντες, ὄφρ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους πέτρης τ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη κέκληται: ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη. ἔνθ ἄνδρα κτείνας πύματον λίπον: αὐτὰρ Ἀχαιοὶ ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ ἔχον ὠκέας ἵππους, πάντες δ εὐχετόωντο θεῶν Διὶ Νέστορί τ ἀνδρῶν. ὣς ἐόν, εἴ ποτ ἐόν γε, μετ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς οἰο῀ς τῆς ἀρετῆς ἀπονήσεται: ἦ τέ μιν οἰώ πολλὰ μετακλαύσεσθαι ἐπεί κ ἀπὸ λαὸς ὄληται. ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδ ἐπέτελλεν ἤματι τῷ ὅτε ς ἐκ Φθίης Ἀγαμέμνονι πέμπε, νῶϊ δέ τ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς πάντα μάλ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε. Πηλῆος δ ἱκόμεσθα δόμους εὖ ναιετάοντας λαὸν ἀγείροντες κατ Ἀχαιΐδα πουλυβότειραν. ἔνθα δ ἔπειθ ἡρ´ωα Μενοίτιον εὑρ´ομεν ἔνδον ἠδὲ σέ, πὰρ δ Ἀχιλῆα: γέρων δ ἱππηλάτα Πηλεὺς πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ αὐλῆς ἐν χόρτῳ: ἔχε δὲ χρύσειον ἄλεισον σπένδων αἴθοπα οἶνον ἐπ αἰθομένοις ἱεροῖσι. σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δ ἔπειτα στῆμεν ἐνὶ προθύροισι: ταφὼν δ ἀνόρουσεν Ἀχιλλεύς, ἐς δ ἄγε χειρὸς ἑλών, κατὰ δ ἑδριάασθαι ἄνωγε, ξείνιά τ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기