호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ ἠμείβετ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:? τίπτε τὰρ ὧδ Ἀχιλεὺς ὀλοφύρεται υἱᾶς Ἀχαιῶν, ὅσσοι δὴ βέλεσιν βεβλήαται· οὐδέ τι οἶδε πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν: οἳ γὰρ ἄριστοι ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, οὔτασται δ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδ Ἀγαμέμνων: βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ: τοῦτον δ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδ ἐλεαίρει. ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται, αὐτοί τε κτεινώμεθ ἐπισχερώ· οὐ γὰρ ἐμὴ ἲς ἔσθ οἱή πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν. εἴθ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἰή ὡς ὁπότ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη ἀμφὶ βοηλασίῃ, ὅτ ἐγὼ κτάνον Ἰτυμονῆα ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε, ῥύσι ἐλαυνόμενος: ὃ δ ἀμύνων ᾗσι βόεσσιν ἔβλητ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι, κὰδ δ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται. ληΐδα δ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν, τόσσα συῶν συβόσια, τός αἰπόλια πλατέ αἰγῶν, ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν. καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω ἐννύχιοι προτὶ ἄστυ: γεγήθει δὲ φρένα Νηλεύς, οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι. κήρυκες δ ἐλίγαινον ἅμ ἠοῖ φαινομένηφι τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετ ἐν Ἤλιδι δίῃ: οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες δαίτρευον: πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον, ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν: ἐλθὼν γάρ ῥ ἐκάκωσε βίη Ἡρακληείη τῶν προτέρων ἐτέων, κατὰ δ ἔκταθεν ὅσσοι ἄριστοι: δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν: τῶν οἰο῀ς λιπόμην, οἳ δ ἄλλοι πάντες ὄλοντο. ταῦθ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기