호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἳ δ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο, αὐτοὶ μέν ῥ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν, ἵππους δ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος ἐξ ὀχέων:? τοὶ δ ἱδρῶ ἀπεψύχοντο χιτώνων στάντε ποτὶ πνοιὴν παρὰ θῖν ἁλός: αὐτὰρ ἔπειτα ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον. τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη, τὴν ἄρετ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς, θυγατέρ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων. ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπ αὐτῆς χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον, ἠδὲ μέλι χλωρόν, παρὰ δ ἀλφίτου ἱεροῦ ἀκτήν, πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγ ὁ γεραιός, χρυσείοις ἥλοισι πεπαρμένον: οὐάτα δ αὐτοῦ τέσσαρ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον χρύσειαι νεμέθοντο, δύω δ ὑπὸ πυθμένες ἦσαν. ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, Νέστωρ δ ὁ γέρων ἀμογητὶ ἀείρεν. ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν οἴνῳ Πραμνείῳ, ἐπὶ δ αἴγειον κνῆ τυρὸν κνήστι χαλκείῃ, ἐπὶ δ ἄλφιτα λευκὰ πάλυνε, πινέμεναι δ ἐκέλευσεν, ἐπεί ῥ ὥπλισσε κυκειῶ. τὼ δ ἐπεὶ οὖν πίνοντ ἀφέτην πολυκαγκέα δίψαν μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες, Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς. τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ, ἐς δ ἄγε χειρὸς ἑλών, κατὰ δ ἑδριάασθαι ἄνωγε. Πάτροκλος δ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον: οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις. αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι ὅν τινα τοῦτον ἄγεις βεβλημένον: ἀλλὰ καὶ αὐτὸς γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν. νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμ Ἀχιλῆϊ. εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἱο῀ς ἐκεῖνος δεινὸς ἀνήρ: τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기