호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο:? Νέστορα δ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν. τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς: ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν. αἶψα δ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε φθεγξάμενος παρὰ νηός: ὃ δὲ κλισίηθεν ἀκούσας ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δ ἄρα οἱ πέλεν ἀρχή. τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός: τίπτέ με κικλήσκεις Ἀχιλεῦ· τί δέ σε χρεὼ ἐμεῖο· τὸν δ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς: δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ νῦν ὀΐω περὶ γούνατ ἐμὰ στήσεσθαι Ἀχαιοὺς λισσομένους: χρειὼ γὰρ ἱκάνεται οὐκέτ ἀνεκτός. ἀλλ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορ ἔρειο ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο: ἤτοι μὲν τά γ ὄπισθε Μαχάονι πάντα ἐοίκε τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός: ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기