- 텍스트

Homer, Iliad, Book 11 37:

(호메로스, 일리아스, Book 11 37:)

ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.? αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν, στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος. ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο αἴνυτ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τ ὤμων καὶ κόρυθα βριαρήν: ὃ δὲ τόξου πῆχυν ἄνελκε καὶ βάλεν, οὐδ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός, ταρσὸν δεξιτεροῖο ποδός: διὰ δ ἀμπερὲς ἰὸς ἐν γαίῃ κατέπηκτο: ὃ δὲ μάλα ἡδὺ γελάσσας ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα: βέβληαι οὐδ ἅλιον βέλος ἔκφυγεν: ὡς ὄφελόν τοι νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι. οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος, οἵ τέ σε πεφρίκασι λέονθ ὡς μηκάδες αἶγες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION