- 텍스트

Homer, Iliad, Book 11 35:

(호메로스, 일리아스, Book 11 35:)

ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος καὶ βάλεν, οὐδ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν, ἄκρην κὰκ κόρυθα:? πλάγχθη δ ἀπὸ χαλκόφι χαλκός, οὐδ ἵκετο χρόα καλόν: ἐρύκακε γὰρ τρυφάλεια τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων. Ἕκτωρ δ ὦκ ἀπέλεθρον ἀνέδραμε, μίκτο δ ὁμίλῳ, στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ γαίης: ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν. ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετ ἐρωὴν τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης τόφρ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας ἐξέλας ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν. δουρὶ δ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης: ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον: ἦ τέ τοι ἄγχι ἦλθε κακόν: νῦν αὖτέ ς ἐρύσατο Φοῖβος Ἀπόλλων ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων. ἦ θήν ς ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι. νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION