Homer, Iliad, Book 11 32:

(호메로스, 일리아스, Book 11 32:)

ἔνθ’ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω υἱε͂ δύω Μέροποσ Περκωσίου, ὃσ περὶ πάντων ᾔδεε μαντοσύνασ, οὐδὲ οὓσ παῖδασ ἐάσκε στείχειν ἐσ πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι πειθέσθην· κῆρεσ γὰρ ἄγον μέλανοσ θανάτοιο. τοὺσ μὲν Τυδεί̈δησ δουρικλειτὸσ Διομήδησ θυμοῦ καὶ ψυχῆσ κεκαδὼν κλυτὰ τεύχε’ ἀπηύρα· Ἱππόδαμον δ’ Ὀδυσεὺσ καὶ Ὑπείροχον ἐξενάριξεν.

SEARCH

MENU NAVIGATION