호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔνθα τίνα πρῶτον, τίνα δ’ ὕστατον ἐξενάριξεν Ἕκτωρ Πριαμίδησ, ὅτε οἱ Ζεὺσ κῦδοσ ἔδωκεν; Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδ’ Ἀγέλαον Αἴσυμνόν τ’ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην. τοὺσ ἄρ’ ὅ γ’ ἡγεμόνασ Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα πληθύν, ὡσ ὁπότε νέφεα Ζέφυροσ στυφελίξῃ ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων· πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δ’ ἄχνη σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆσ· ὣσ ἄρα πυκνὰ καρήαθ’ ὑφ’ Ἕκτορι δάμνατο λαῶν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기