호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστοσ ἵππουσ εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθ’ ἐπὶ τάφρῳ, αὐτοὶ δὲ πρυλέεσ σὺν τεύχεσι θωρηχθέντεσ ῥώοντ’· ἄσβεστοσ δὲ βοὴ γένετ’ ἠῶθι πρό. φθὰν δὲ μέγ’ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντεσ, ἱππῆεσ δ’ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν ὦρσε κακὸν Κρονίδησ, κατὰ δ’ ὑψόθεν ἧκεν ἐέρσασ αἵματι μυδαλέασ ἐξ αἰθέροσ, οὕνεκ’ ἔμελλε πολλὰσ ἰφθίμουσ κεφαλὰσ Αἴ̈δι προϊάψειν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기