호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀτρεΐδης δ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν Ἀργείους:? ἐν δ αὐτὸς ἐδύσετο νώροπα χαλκόν. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας: δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε, τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι. πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκ Ἀχαιοὶ ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον: τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ. τοῦ δ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο, δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο: κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν τρεῖς ἑκάτερθ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων. ἀμφὶ δ ἄρ ὤμοισιν βάλετο ξίφος: ἐν δέ οἱ ἧλοι χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἠε῀ν ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός. ἂν δ ἕλετ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν, ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο λευκοί, ἐν δὲ μέσοισιν ἐήν μέλανος κυάνοιο. τῇ δ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε. τῆς δ ἐξ ἀργύρεος τελαμὼν ἦν: αὐτὰρ ἐπ αὐτοῦ κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι. κρατὶ δ ἐπ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον ἵππουριν: δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. εἵλετο δ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ ὀξέα: τῆλε δὲ χαλκὸς ἀπ αὐτόφιν οὐρανὸν εἴσω λάμπ: ἐπὶ δ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기