- 텍스트

Homer, Iliad, Book 10 63:

(호메로스, 일리아스, Book 10 63:)

ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους καγχαλόων:? ἅμα δ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί. οἳ δ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο, ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι φάτνῃ ἐφ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες: νηῒ δ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος θῆκ Ὀδυσεύς, ὄφρ ἱρὸν ἑτοιμασσαίατ Ἀθήνῃ. αὐτοὶ δ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς. αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ, ἔς ῥ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο. τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπ ἐλαίῳ δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION