호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δ’ ἀπαμειβόμενοσ προσέφη πολύμητισ Ὀδυσσεύσ· ὦ Νέστορ Νηληϊάδη μέγα κῦδοσ Ἀχαιῶν ῥεῖα θεόσ γ’ ἐθέλων καὶ ἀμείνονασ ἠέ περ οἵδε ἵππουσ δωρήσαιτ’, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν. ἵπποι δ’ οἵδε γεραιὲ νεήλυδεσ οὓσ ἐρεείνεισ Θρηί̈κιοι· τὸν δέ σφιν ἄνακτ’ ἀγαθὸσ Διομήδησ ἔκτανε, πὰρ δ’ ἑτάρουσ δυοκαίδεκα πάντασ ἀρίστουσ. τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν, τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶεσ ἀγαυοί.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기